ΣΤΑΣΙΣ ΠΡΩΤΗ
2. Ἀπορεῖ καὶ φύσις, καὶ πληθὺς νοερά, τὸ ἐν σοί,
παρθενομῆτορ, μυστήριον, τῆς ἐνδόξου καὶ ἀρρήτου σου ταφῇς.
3.Βασιλὶς καὶ πόλου, καὶ τῆς γῆς ἀληθῶς, εἰ καὶ
τάφῳ σμικροτάτω συγκέκλεισαι, ἐγνωρίσθης πάσῃ κτίσει Μαριάμ.
4. Γέφυρα ὑψούται, ἡ μετάγουσα πρίν, ἐκ θανάτου πρὸς
ζωὴν τὴν ἀκήρατον, τοὺς θανόντας παραβάσει τὸν Ἀδάμ.