Δευτέρα 3 Σεπτεμβρίου 2018

Ιερά Παράκλησις Αγίου Νικολάου


Κάθε Τετάρτη στον Εσπερινό, τελείται στο Ναό μας Ιερά Παράκλησις του Αγίου Νικολάου.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΙΚΟΛΑΟΝ

Έκδοσις Ιερού Ναού Αγίου Νικολάου Καρύστου 

Μετά το «Ευλογητός».

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σοῦ ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισεν μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα τάς χεῖράς μου πρὸς σὲ ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.  Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπεν τὸ πνεῦμά μου μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι Κύριε ὁδὸν ἐν ἡ πορεύσομαι ὅτι πρὸς σὲ ἥρα τὴν ψυχήν μου. Ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου Κύριε ὅτι πρὸς σὲ κατέφυγον δίδαξον μὲ τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἲ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις μὲ ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι δοῦλος σοῦ εἶμι .


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
 ( 4 φορές).

και τα τροπάρια ταύτα.

Ήχος δ΄ .  Τη Θεοτόκω εκτενώς.
Ως ιερεύς και μιμητής του Σωτήρος. Και χορηγός των δωρεών των εκείθεν, ταις προς Θεόν πρεσβείες σου πραφθάνεις αεί, πάντας τους προσφεύγοντας, τω ναώ σου τω θείω, και πιστώς προστρέχοντας, τη αγία σου σκέπη, διο βοώμεν λύτρωσαι ημάς, εκ των κινδύνων τρισμάκαρ Νικόλαε.

 Δόξα.

Τω των Μυρέων Ιεράρχη προσπέσωμεν, οι ταις του βίου τρικυμίαις ποντούμενοι, από βαθέων κράζοντες ψυχής προς αυτόν, άγιε Νικόλαε, τη θερμή σου πρεσβεία, σπεύσον εξελού ημάς, πειρασμών και κινδύνων, και βασιλείας πάντας ουρανών, αξιωθήναι δυσώπει τρισόλβιε.

Και νυν Θεοτοκίον
Ως υπερ έννοιαν Θεόν τετοκυία, και υπέρ φύσιν εκτελείς Θεοτόκε, τας σας δυνάμεις Δέσποινα πανύμνητε, σον γαρ το εκτύπωμα, της πανσέπτου εικόνος, βρύει χάριν άφθονον, και ιάσεις τοις πάσι, προσπτυσσομένοις ταύτην ευλαβώς, ην μετά πόθου τιμώντες δοξάζομεν.

Ο Ν΄ ψαλμός
 Ελέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθὴς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι σέ. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεὶς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι πλυνεῖς μὲ καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεὶς μὲ ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιον σοῦ μὴ ἀντανέλης ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σοῦ καὶ πνεύματι ἡγεμονικῷ στήριξον μὲ .Διδάξω ἀνόμους τάς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥυσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει. Ἀγάθυνον κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλημ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ο Κανών του Αγίου.
Ήχος πλ.δ΄. Ωδή α΄ Υγράν διοδεύσας.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Πολλοίς συνεχόμενοις πειρασμοίς, και νόσοις παντοίαις εταζόμενοι ιερέ, Νικόλαε πίστει σού τη σκέπη, νυν καταφεύγομεν όπως σωθείημεν.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Ως θείον ποιμένα σε και θερμόν, προστάτην υμνούμεν, των τιμώντων σε ευλαβώς, και προσκαλουμένων σε εν πίστει, ούς περιφρούρει τρισμάκαρ Νικόλαε.
Δόξα.
Ρευμάτων βορβόρου με δυσωπώ, παθών ψυχοφθόρων, και ωδίνων σωματικών, Νικόλαε μάκαρ αποσμήξας, σαις μυριπνόις οδμαίς ευωδίασον.

Και νυν Θεοτοκίον
Δυσώπει παρθένε τον σον υιόν, συν τω Νικολάω νεκρωθείσάν μου την ψυχήν, ζωώσαι ο πάλαι τον της χήρας, υιόν ζωώσας τω θείω πραστάγματι.

Ωδή γ΄. Ουρανίας αψίδος.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Μυριπνόοις ευχαίς σου, τα της ψυχής ίασαι, πάθη και του σώματος μάκαρ σοφέ Νικόλαε, όπως γεραίρω σε, και εκτελώ σου εκ πόθου, μνήμην την αοίδιμον και πανσεβάσμιον.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Αληθώς υπερβαίνει, σου η οσμή πάνσοφε, μύρων τα αρώματα πάντα καθάπερ γέγραπται, μάκαρ Νικόλαε, διο οσμή σου των μύρων, πάντας εωδίασον τους σέ γεραίροντας.

Δόξα.
Οδηγόν και προστάτην, προς τον Θεόν ένδοξε, πάντες προβαλλόμεθα πάτερ και ικετεύομεν, νόσων και θλίψεων, και δυσμενών επηρείας, ιερέ Νικόλαε, σώζε πρεσβείαις σου.

Και νυν Θεοτοκίον
Το πυρίμορφον χαίρε, του παντουργού σκήνωμα, άνθος μυστικού παραδείσου, χαίρε ηδύπνοον, παρέχον άπασι, την μυστικήν ευωδίαν, τοις σε μακαρίζουσι Μαρία πάνσεμνε.

Διάσωσον από κινδύνων Νικόλαε τους σούς δούλους, και ποίμνην, ής εκ Θεού πραστάτης γεγένησαι, και άγρυπνος φύλαξ τούτων και ρύστης.

Eπίβλεψον,  εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν τού σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Είτα μνημονεύει ο Ιερεύς και ημείς ψάλλομεν το Κύριε ελέησον, ιε΄.
Μετά δε την εκφώνησιν, το επόμενον.

Κάθισμα.
Ήχος β΄. Τα άνω ζητών.
Ως ταχύν εν δεινοίς αντιλήπτορα, και θερμόν βοηθόν εν ταις θλίψεσιν, ικετεύομεν θαυματουργέ Νικόλαε, συμπαθεία σου τη πρίν και νυν χρησάμενος, δεινών παντοίων ημάς λύτρωσαι και βλάβης του εχθρού, ίνα γεραίρωμεν αεί, την σην χάριν και βοήθειαν.

Ωδή δ΄. Εισακήκοα Κύριε.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Ιεράρχα Νικόλαε, λύτρωσαι κινδύνων τους σε γεραίροντας, και προστρέχοντας τη σκέπη σου, όπως σε απαύστως μακαρίζομεν.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Ο ναός σου Νικόλαε, βρύει τας ιάσεις πάσι τοις χρήζουσι, και διώκει άπαν άλγημα, των προσκαλουμένων σε εκ πίστεως.

Δόξα.
Νοσημάτων παντοίων με, και θαλάσσης κλίδωνός με διάσωσον, παμμακάριστε Νικόλαε, ίνα πόθω μέλπω σου τα θαύματα.

Και νυν Θεοτοκίον
Της Μητρός σου δεήσεσι, και του Νικολάου Κύριε δώρησαι, τοις ικέταις σου την άφεσιν, των πλημμελημάτων Υπεράγαθε.

Ωδή ε΄. Ίνα τι με απώσω.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Μύρα βρύει ευώδη, σού ο ιερώτατος Ναός Νικόλαε, εξ ών νυν παράσχου, τοις προστρέχουσι Μάκαρ εκ πίστεως, και ασπαζομένοις, τον Ιερόν σου χαρακτήρα, κυπρισμόν ευωδίας εκπνέοντα.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Νικολάου του θείου, ταις πανευπροσδέκτοις ο Θεός δεήσεσι, σκότους εξωτέρου, και γεέννης τους δούλους σου λύτρωσαι, και της βασιλείας, των ουρανών αξιωθήναι, καταξίωσον μόνε μακρόθυμε.

Δόξα
Παρεστώς τη Τριάδι,Πάτερ θεοδόξαστε σοφέ Νικόλαε, υπέρ των σων δούλων, καθικέτευε ταύτην τρισόλβιε, του ρυσθήναι πάντας βιοτικών πειρατηρίων, τους προστρέχοντας πίστει τη σκέπη σου.

Και νυν. Θεοτοκίον
Θεοτόκε Παρθένε, καύχημα και στήριγμα πιστών πανάμωμε, η θεογεννήτωρ, και της κτίσεως πάσης βασίλισσα, τους υμνολογούντας τον σον Υιόν λύτρωσε βλάβης, και κακίας δεινού πολεμήτορος.

Ωδή στ΄. Την δέησιν εκχεώ.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Ο έτοιμος βοηθός εν κινδύνοις, ιατρός τε των εν νόσοις ποικίλαις, θεραπευτής πάσης άλλης τε νόσου, και των ψυχών σωτηρίας επίσημος, προστάτης και πρέσβυς προς Θεόν, νυν τιμάσθω εν ύμνοις Νικόλαος.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Εδόθη σοι των θαυμάτων δύναμις, και ιάσεων η χάρις τρισμάκαρ, ιερουργέ ώ Νικόλαε πάτερ, όθεν και ζων και θανών επετέλεσας, θαυμάσια υπερφυή, και εν γή και θαλάσση εκάστοτε.

Δόξα
Νοός μου το σκυθρωπόν απέλασον, και καρδίας μου τον ζόφον τρισμάκαρ, και των παθών δίωξον την ομίχλην, και ευωδίας των μύρων σου πλήρωσον, Νικόλαε θαυματουργέ, παρρησίαν ως έχων προς Κύριον.

Και νυν. Θεοτοκίον
Νοσούσαν μου ανιάτως Παρθένε, και τω δήγματι δεινώς πληγωθείσαν, του πονηρού την καρδίαν μου κόρη, τω δραστικώ σου φαρμάκω θεράπευσον, και σώσων με τον επί σοί, πεποιθότα Πανάχραντε Δέσποινα.

Διάσωσον ταις, του Μύρου σου δαψιλέσιν αρδείαις, Ιεράρχα του Κυρίου σους δούλους, και λύτρωσαι τον λαόν σου και ποίμνην, εκ παντοίας των εχθρών επηρείας.

Άχραντε,  η δια λόγου τον Λόγον ανερμηνεύτως,  επ’ εσχάτων των ημερών τεκούσα, δυσώπησον,  ως έχουσα μητρικήν παρρησίαν.

Κοντάκιον
Ήχος β΄. Προστασία των Χριστιανών.
Οι ποθούντες των ασθενειών αναρρώσασθαι, Νικολάου τω θείω τεμένει προσδράμωμεν, και την εικόνα αυτού ασπαζόμενοι, μετά πόθου αυτώ ανακράξωμεν, ως εκ Θεού χάριν λαβών τους νοσούντας ιάσθαι, τάχυνον εξελέσθαι, παντοίων πειρατηρίων, και των εχθίστων δυσμενών, τους εν πίστει ανυμνούντας σε.

Προκείμενον. Ήχος δ΄.
Τίμιος εναντίων Κυρίου ο θάνατος του οσίου αυτού.
Τίμιος εναντίων Κυρίου ο θάνατος του οσίου αυτού.
Τι ανταποδώσωμεν τω Κυρίω περί πάντων ων ανταπέδωκεν ημίν.
Τίμιος εναντίων Κυρίου ο θάνατος του οσίου αυτού.


Ευαγγέλιον Εκ του κατά Ιωάννην.



Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.


Δόξα Πατρί… Ἦχος β’
Ταῖς τοῦ σοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Εἶτα τὸ ἰδιόμελον, .

Ἦχος πλ.β’ Όλην αποθέμενοι.
Στίχ.    λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Μέγαν αντιλήπτορα, σε κεκτημένη καυχάται, ιερέ Νικόλαε η σή ποίμνη έχουσα, θείον οίκον σου, και πιστώς άσμασι, την σεπτήν μνήμην σου, καταστέφει και γεραίρει σου, εικόνα πάντιμον και την ευλογίαν καρπούται σου, άνωθεν καταβαίνουσαν, δια την προς σε πίστιν μέγιστε, Μύρων Ιεράρχα, ημών δε πολιούχε και φωστήρ, μη ούν παρίδης την δέησιν, των παρακαλούντων σε.

Ο Ιερεύς Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
Κύριε ελέησον ιβ΄.
Ἐλέει καὶ οἰκτιρμοῖς…

Ωδή ζ΄. Οι εκ της Ιουδαίας.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Κραταιόν σε προστάτην, εκ Θεού ευραμένη σοφέ η ποίμνη σου, κατέχει τον ναόν σου, ιατρείον εν νόσοις, τοις προστρέχουσι πάντοτε, και επικαλουμένοις θερμώς, την σήν βοήθειαν.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Των Αγγέλων υπάρχων, ισοστάσιος όντως σοφέ Νικόλαε, σεπτών Ιεραρχών τε, εκλύτρωσαι κινδύνων, τους εν πίστει κραυγάζοντας, ο των Πατέρων ημών Θεός ευλογητός εί.
Δόξα.
Θαλαττίου κινδύνου, και τους μέλλοντας θνήσκειν αδίκως πάνσοφε, διέσωσας προφθάσας, και νυν τους σέ τιμώντας, περιφρούρει Νικόλαε, ίνα τελώμεν φαιδρώς σην μνήμην εις αιώνας.

Και νυν Θεοτοκίον
Πανύμνητε Παρθένε, η Θεόν σαρκωθέντα κόσμω κυήσασα, παντοίων αλγηδόνων, απάλλαξον τους πίστει τω υιώ σου κραυγάζοντας, ο των πατέρων ημών, Θεός ευλογητός εί.

Ωδή η΄. Τον βασιλέα των ουρανών.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Ταις σαις πρεσβείαις, των ψυχών αρρωστίαις, σε τιμώντων θεραπεύεις τρισμάκαρ, όθεν σε τιμώμεν, Νικόλαε θεόφρον.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Των ιαμάτων, σε συνεργόν πας τις έγνω, των θερμώς αιτούντων σου την χάριν, και πιστώς τιμώντων, Νικόλαε σην μνήμην.

Δόξα.
Τα της ψυχής μου, αποκάθαρον πάθη, σή μεσιτεία, Νικόλαε τρισμάκαρ, όπως σού την μνήμην γεραίρω εις αιώνας.

Και νυν Θεοτοκίον
Την εκτακείσαν, αμαρτίαις ψυχήν μου, ση μεσιτεία καταδρόσισον Κόρη, όπως σε γεραίρω, την Κεχαριτωμένην

Ωδή θ΄. Κυρίως Θεοτόκον.
Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Ειρήνην ουρανόθεν, Νικόλαε παμμάκαρ, καταπεμφθήναι δυσώπει πανόλβιε, τοις καθαρά διανοία, σε μακαρίζουσιν.

Άγιε του Θεού πρέσβευε υπέρ ημών.
Εκάστω τας αιτήσεις, τας προς σωτηρίαν, των σε τιμώντων εξ ύψους κατάπεμψον, και των λυπούντων τους δούλους σου ελευθέρωσον.

Δόξα.
Καταύγασον τας κόρας, μάκαρ της ψυχής μου, πεπηρωμένας και τρέχειν ενίσχυσον, προς τρίβους θείας, Νικόλαε μέγιστε.

Και νυν Θεοτοκίον
Την όντως Θεοτόκον, πάντες σε τιμώμεν, και ασιγήτως το χαίρε σοί κράζομεν, σύ γαρ εκύησας κόσμω την αγαλίασιν.

Και ευθύς το.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.
Τον εν Ιεράρχαις θαυματουργόν, και τον εν κινδύνοις απροσμάχητον βοηθόν, τον θείον ποιμένα και λειτουργόν Κυρίου, Νικόλαον τον μέγαν πάντες τιμήσωμεν.

Ορφανών προστάτην σε και χηρών,  πεινώντων τροφέα, πενομένων τε πλουτιστήν, αιχμαλώτων ρύστην, πλεόντων τε σωτήρα, κεκτήμεθα τρισμάκαρ σοφέ Νικόλαε.

Δέχου τας αιτήσεις Παμβασιλεύ, του θεράποντός σου, Νικολάου του θαυμαστού, και την ποίμνην ταύτην απήμονα συντήρει, εχθίστων πάσης βλάβης, όπως δοξάζη σε.

Ύψωσον παλάμας σου προς Θεόν, υπέρ του λαού σου, Ιεράρχα Πάτερ σοφέ και παράσχου λύσιν πολλών αμπλακημάτων, ρυσθήναι της μελλούσης φρικτής κολάσεως.

Νικόλαον πάντες τον Ιατρόν, ψυχών και σωμάτων, ευφημήσωμεν οι πιστοί, χαίροις Ιεράρχα Μυρέων της Λυκίας, περίσωζε τους πίστει, σε μεγαλύνοντας.

Χαίροις το γλυκύτατον τοις πιστοίς, όνομα και πράγμα, Ιεράρχα θαυματουργέ, χαίροις ο του κόσμου μέγιστος όντως πρέσβυς, προς τον Θεόν θεόφρον θείε Νικόλαε.

Δέσποινα και μήτερ του Ιησού, και Θεού των όλων ταις πρεσβείαις του θαυμαστού, σοφού Νικολάου, ημών θείου προστάτου, παντοίων εκ κινδύνων ρύσαι τους δούλους σου.

Γοργοεπηκόου την θαυμαστήν, και σεπτήν εικόνα, προσκυνήσωμεν αδελφοί, θαύματα τελούσαν, και βρύουσαν ιάσεις, και ταύτην μετά πόθου κατασπασώμεθα.

Χαίροις των θαυμάτων ο ποταμός, χαίροις ασθενούντων, και πασχόντων ο ιατρός, χαίροις των λογίων, του Πνεύματος ο σπόρος, Σπυρίδων Τριμυθούντος, ποιμήν τρισόλβιε.

Της ελευθερίας της εν Χριστώ, τοις δεδουλωμένοις χρηματίσας μυσταγωγός, κληρονόμος ώφθης Σιών της ελευθέρας, αθλήσας Ελευθέριε ως ασώματος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμάς.

Τρισάγιον κ.λ.π. Του Εσπερινού.
Αίτησις μεγάλη.
Κύριε ελέησον μ΄. και απόλυσις.

Εις δε τον ασπασμόν τα παρόντα Προσόμοια.

Ήχος Β΄. Ότε εκ του ξύλου σε νεκρόν.
Πάντες οι εκ νόσων χαλεπών, και κινδύνων άλλων παντοίων δεινώς θλιβόμενοι, νυν ένθα ιάματα θαυματοβρύτου ναού, Νικολάου εκβλύζουσιν, ως ρείθρα Νειλώα, σπεύδοντες προσπέσωμεν, γονυκλιτώς εν κλαυθμώ, ρύσαι εκβοώντες σους δούλους, εκ πειρατηρίων και νόσων, και παντοίων θλίψεων Νικόλαε.

Όντως ανεδείχθης εκ Θεού, άκρος ιατρός αντιλήπτωρ, τας νόσους πάντων προς σέ, πόθου τε και πίστεως, προσπεφευγότων θερμώς, αναργύρως ιώμενος, Νικόλαε θείε, όθεν σού δεόμεθα, περιπτυσσόμενοι νυν, θείαν σου εικόνα βοώντες, οίκτειρον ημάς ταις λιταίς σου, και δεινών παντοίων ελευθέρωσον.

Θεοτοκίον.
Πάντας ημάς οίκτειρον αγνή, Μήτερ του Θεού και Παρθένε, προσπεφευγότας εν σοί, και σού την αντίληψιν, επιζητούντας θερμώς, σον ικέτην προβάλλοντας, Νικόλαον θείον, πρέσβυν νυν πανάριστον, ού ταις ευχαίς των δεινών, ρύσαι και φθοράς και κινδύνων, και επιτυχείν βασιλείας, σού υιού αξίωσον δεόμεθα.

Ἦχος πλ. δ'.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σοῦ, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος β'.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου.

Εκ παντοίων κινδύνων τους δούλους σου φύλαττε, ευλογημένη Θεοτόκε, ίνα σε δοξάζομεν την ελπίδα των ψυχών ημών.

Ο Ιερεύς, το Δι’ ευχών.